第8巻
自省録(マルクス・アウレリウス) ・ 古典ギリシア語
投稿: @dialogos-editorial ・ 出典 ・ Wikisourceの底本による。
第1段落
Καὶ τοῦτο πρὸς τὸ ἀκενόδοξον φέρει, ὅτι οὐκέτι δύνασαι τὸν βίον ὅλον ἢ τόν γε ἀπὸ νεότητος φιλόσοφον βεβιωκέναι, ἀλλὰ πολλοῖς τε ἄλλοις καὶ αὐτὸς ἑαυτῷ δῆλος γέγονας πόῤῥω φιλοσοφίας ὤν. πέφυρσαι οὖν, ὥστε τὴν μὲν δόξαν τὴν τοῦ φιλοσόφου κτήσασθαι οὐκέτι σοι ῥᾴδιον˙ ἀνταγωνίζεται δὲ καὶἡ ὑπόθεσις. εἴπερ οὖν ἀληθῶς ἑώρακας ποῦ κεῖται τὸ πρᾶγμα, τὸ μὲν τί δόξεις ἄφες, ἀρκέσθητι δέ, εἰ κἂν τὸ λοιπὸν τοῦ βίου ὅσον δήποτε, ‹ᾗ› ἡ [σὴ] φύσις σοῦ θέλει, βιώσῃ. κατανόησον οὖν τί θέλει, καὶ ἄλλο μηδέν σε περισπάτω˙ πεπείρασαι γὰρ περὶ πόσα πλανηθεὶς οὐδαμοῦ εǷρες τὸ εὖ ζῆν, οὐκ ἐν συλλογισμοῖς,οὐκ ἐν πλούτῳ, οὐκ ἐν δόξῃ, οὐκ ἐν ἀπολαύσει, οὐδαμοῦ. ποῦ οὖν ἐστιν; ἐν τῷ ποιεῖν ἃ ἐπιζητεῖ ἡ τοῦ ἀνθρώπου φύσις. πῶς οὖν ταῦτα ποιήσει; ἐὰν δόγματα ἔχῃ ἀφ ὧν αἱ ὁρμαὶ καὶ αἱπράξεις. τίνα δόγματα; τὰ περὶ ἀγαθῶν καὶ κακῶν, ὡς οὐδενὸς μὲν ἀγαθοῦ ὄντος ἀνθρώπῳ ὃ οὐχὶ ποιεῖ δίκαιον, σώφρονα, ἀνδρεῖον, ἐλεύθερον, οὐδενὸς δὲ κακοῦ ὃ οὐχὶ ποιεῖ τἀναντίατοῖς εἰρημένοις.
注釈
第2段落
Καθ ἑκάστην πρᾶξιν ἐρώτα σεαυτόν˙ πῶς μοι αὕτη ἔχει; μὴ μετανοήσω ἐπ αὐτῇ; μικρὸν καὶ τέθνηκα καὶ πάντ ἐκ μέσου˙ τί πλέον ἐπιζητῶ, εἰ τὸ παρὸν ἔργον ζῴου νοεροῦ καὶ κοινωνικοῦ καὶ ἰσονόμου θεῷ;
注釈
第3段落
Ἀλέξανδρος [δὲ] καὶ Γάιος καὶ Πομπήιος τί πρὸς Διογένη καὶ Ἡράκλειτον καὶ Σωκράτην; οἱ μὲν γὰρ εἶδον τὰ πράγματα καὶ τὰς αἰτίας καὶ τὰς ὕλας, καὶ τὰ ἡγεμονικὰ ἦν αὐτῶν αὐτά‹ρκη›, ἐκεί‹νων› δὲ ὅσων πρόνοια καὶ δουλεία πόσων.
注釈
第4段落
Ὅτι οὐδὲν ἧττον τὰ αὐτὰ ποιήσουσι, κἂν σὺ διαῤῥαγῇς.
注釈
第5段落
Τὸ πρῶτον μὴ ταράσσου˙ πάντα γὰρ κατὰ τὴν τοῦ ὅλου φύσιν, καὶ ὀλίγου χρόνου οὐδεὶς οὐδαμοῦ ἔσῃ, ὥσπερ οὐδὲ Ἁδριανὸς οὐδὲ Αὔγουστος. ἔπειτα ἀτενίσας εἰς τὸ πρᾶγμα ἴδε αὐτὸ καὶ συμμνημονεύσας ὅτι ἀγαθόν σε ἄνθρωπον εἶναι δεῖ καὶ τί τοῦ ἀνθρώπου ἡ φύσις ἀπαιτεῖ, πρᾶξον τοῦτο ἀμεταστρεπτὶ καὶ εἰπέ, ὡς δικαιότατον φαίνεταί σοι˙ μόνον εὐμενῶς καὶ αἰδημόνως καὶ ἀνυποκρίτως.
注釈
第6段落
Ἡ τῶν ὅλων φύσις τοῦτο ἔργον ἔχει, τὰ ὧδε ὄντα ἐκεῖ μετατιθέναι, μεταβάλλειν, αἴρειν ἔνθεν καὶ ἐκεῖ φέρειν. πάντα τροπαί˙ ἀλλὰ ἴσαι καὶ αἱ ἀπονεμήσεις. πάντα συνήθη˙ οὐχ ὥστε φοβηθῆναι, μή τι καινόν.
注釈
第7段落
Ἀρκεῖται πᾶσα φύσις ἑαυτῇ εὐοδούσῃ, φύσις δὲ λογικὴ εὐοδεῖ ἐν μὲν φαντασίαις μήτε ψευδεῖ μήτε ἀδήλῳ συγκατατιθεμένη,τὰς ὁρμὰς δὲ ἐπὶ τὰ κοινωνικὰ ἔργα μόνα ἀπευθύνουσα, τὰς ὀρέξεις δὲ καὶ τὰς ἐκκλίσεις τῶν ἐφ ἡμῖν μόνων περιποιουμένη, τὸ δὲ ὑπὸ τῆς κοινῆς φύσεως ἀπονεμόμενον πᾶν ἀσπαζομένη˙μέρος γὰρ αὐτῆς ἐστιν ὡς ἡ τοῦ φύλλου φύσις τῆς τοῦ φυτοῦφύσεως˙ πλὴν ὅτι ἐκεῖ μὲν ἡ τοῦ φύλλου φύσις μέρος ἐστὶ φύσεωςκαὶ ἀναισθήτου καὶ ἀλόγου καὶ ἐμποδίζεσθαι δυναμένης, ἡ δὲτοῦ ἀνθρώπου φύσις μέρος ἐστὶν ἀνεμποδίστου φύσεως καὶνοερᾶς καὶ δικαίας, εἴγε ἴσους καὶ κατ ἀξίαν τοὺς μερισμοὺς χρόνων, οὐσίας, αἰτίου, ἐνεργείας, συμβάσεως ἑκάστοις ποιεῖται. σκόπει δέ, μὴ εἰ τὸ ‹ἓν› πρὸς τὸ ἓν ἴσον εὑρήσεις ἐπὶ παντός,ἀλλὰ εἰ συλλήβδην τὰ πάντα τοῦδε πρὸς ἀθρόα τὰ τοῦ ἑτέρου.
注釈
第8段落
Ἀναγινώσκειν οὐκ ἔξεστιν. ἀλλὰ ὕβριν ἀνείργειν ἔξεστιν˙ ἀλλὰ ἡδονῶν καὶ πόνων καθυπερτερεῖν ἔξεστιν˙ ἀλλὰ τοῦ δοξαρίου ὑπεράνω εἶναι ἔξεστιν˙ ἀλλὰ ἀναισθήτοις καὶ ἀχαρίστοις μὴθυμοῦσθαι, προσέτι κήδεσθαι αὐτῶν ἔξεστιν.
注釈
第9段落
Μηκέτι σου μηδεὶς ἀκούσῃ καταμεμφομένου τὸν ἐν αὐλῇ βίον μηδὲ σὺ σεαυτοῦ.
注釈
第10段落
Ἡ μετάνοιά ἐστιν ἐπίληψίς τις ἑαυτοῦ ὡς χρήσιμόν τι παρεικότος˙τὸ δὲ ἀγαθὸν χρήσιμόν τι δεῖ εἶναι καὶ ἐπιμελητέον αὐτοῦ τῷ καλῷ καὶ ἀγαθῷ ἀνδρί˙ οὐδεὶς δ ἂν καλὸς καὶ ἀγαθὸς ἀνὴρ μετανοήσειεν ἐπὶ τῷ ἡδονήν τινα παρεικέναι˙ οὔτε ἄρα χρήσιμον οὔτε ἀγαθὸν ἡδονή.
注釈
第11段落
Τοῦτο τί ἐστιν αὐτὸ καθ αὑτὸ τῇ ἰδίᾳ κατασκευῇ, τί μὲν τὸ οὐσιῶδες αὐτοῦ καὶ ὑλικόν, τί δὲ τὸ αἰτιῶδες, τί δὲ ποιεῖ ἐν τῷ κόσμῳ, πόσον δὲ χρόνον ὑφίσταται;
注釈
第12段落
Ὅταν ἐξ ὕπνου δυσχερῶς ἐγείρῃ, ἀναμιμνῄσκου ὅτι κατὰ τὴν κατασκευήν σου ἐστὶ καὶ κατὰ τὴν ἀνθρωπικὴν φύσιν τὸ πράξεις κοινωνικὰς ἀποδιδόναι, τὸ δὲ καθεύδειν κοινὸν καὶ τῶν ἀλόγωνζῴων˙ ὃ δὲ κατὰ φύσιν ἑκάστῳ, τοῦτο οἰκειότερον καὶ προσφυέστερον καὶ δὴ καὶ προσηνέστερον.
注釈
第13段落
Διηνεκῶς καὶ ἐπὶ πάσης, εἰ οἷόν τε, φαντασίας φυσιολογεῖν, παθολογεῖν, διαλεκτικεύεσθαι.
注釈
第14段落
Ὣι ἂν ἐντυγχάνῃς, εὐθὺς ἑαυτῷ πρόλεγε˙ οὗτος τίνα δόγματα ἔχει περὶ ἀγαθῶν καὶ κακῶν; εἰ γὰρ περὶ ἡδονῆς καὶ πόνου καὶτῶν ποιητικῶν ἑκατέρου καὶ περὶ δόξης, ἀδοξίας, θανάτου, ζωῆς, τοιάδε τινὰ δόγματα ἔχει, οὐδὲν θαυμαστὸν ἢ ξένον μοι δόξει,ἐὰν τάδε τινὰ ποιῇ, καὶ μεμνήσομαι ὅτι ἀναγκάζεται οὕτως ποιεῖν.
注釈
第15段落
Μέμνησο ὅτι, ὥσπερ αἰσχρόν ἐστι ξενίζεσθαι, εἰ ἡ συκῆ σῦκα φέρει, οὕτως, εἰ ὁ κόσμος τάδε τινὰ φέρει ὧν ἐστι φορός˙ καὶ ἰατρῷ δὲ καὶ κυβερνήτῃ αἰσχρὸν ξενίζεσθαι, εἰ πεπύρεχεν οὗτος ἢ εἰ ἀντίπνοια γέγονεν.
注釈
第16段落
Μέμνησο ὅτι καὶ τὸ μετατίθεσθαι καὶ ἕπεσθαι τῷ διορθοῦντι ὁμοίως ἐλεύθερόν ἐστι˙ σὴ γὰρ ἐνέργεια, κατὰ τὴν σὴν ὁρμὴνκαὶ κρίσιν καὶ δὴ καὶ κατὰ νοῦν τὸν σὸν περαινομένη.
注釈
第17段落
Εἰ μὲν ἐπὶ σοί, τί αὐτὸ ποιεῖς; εἰ δὲ ἐπ ἄλλῳ, τίνι μέμφῃ; ταῖς ἀτόμοις ἢ τοῖς θεοῖς; ἀμφότερα μανιώδη. οὐδενὶ μεμπτέον. εἰ μὲν γὰρ δύνασαι, διόρθωσον˙ εἰ δὲ τοῦτο μὴ δύνασαι, τό γε πρᾶγμα αὐτό˙ εἰ δὲ μηδὲ τοῦτο, πρὸς τί ἔτι σοι φέρει τὸ μέμψασθαι; εἰκῇ γὰρ οὐδὲν ποιητέον.
注釈
第18段落
Ἔξω τοῦ κόσμου τὸ ἀποθανὸν οὐ πίπτει. εἰ ὧδε μένει καὶ μεταβάλλει, ὧδε καὶ διαλύεται εἰς τὰ ‹ἀ›ίδια, ἃ στοιχεῖά ἐστι τοῦ κόσμου καὶ σά. καὶ αὐτὰ δὲ μεταβάλλει καὶ οὐ γογγύζει.
注釈
第19段落
Ἕκαστον πρός τι γέγονεν, ἵππος, ἄμπελος. τί θαυμάζεις; καὶ ὁ Ἥλιος ἐρεῖ˙ πρός τι ἔργον γέγονα, καὶ οἱ λοιποὶ θεοί. σὺ οὖν πρὸς τί; τὸ ἥδεσθαι; ἴδε εἰ ἀνέχεται ἡ ἔννοια.
注釈
第20段落
Ἡ φύσις ἐστόχασται ἑκάστου οὐδέν τι ἔλασσον τῆς ἀπολήξεως ἢ τῆς ἀρχῆς τε καὶ διεξαγωγῆς, ὡς ὁ ἀναβάλλων τὴν σφαῖραν˙ τί οὖν ἀγαθὸν τῷ σφαιρίῳ ἀναφερομένῳ ἢ κακὸν καταφερομένῳ ἢκαὶ πεπτωκότι; τί δὲ ἀγαθὸν τῇ πομφόλυγι συνεστώσῃ ἢ κακὸν διαλυθείσῃ; τὰ ὅμοια δὲ καὶ ἐπὶ λύχνου.
注釈
第21段落
Ἔκστρεψον καὶ θέασαι οἷόν ἐστι, γηρᾶσαν δὲ οἷον γίνεται, νοσῆσαν δέ, † πορνεῦσαν. Βραχύβιον καὶ ὁ ἐπαινῶν καὶ ὁ ἐπαινούμενος καὶ ὁ μνημονεύων καὶ ὁ μνημονευόμενος. προσέτι δὲ καὶ ἐν γωνίᾳ τούτου τοῦ κλίματος καὶ οὐδὲ ἐνταῦθα πάντες συμφωνοῦσι καὶ οὐδὲ αὐτός τις ἑαυτῷ˙ καὶ ὅλη δὲ ἡ γῆ στιγμή.
注釈
第22段落
Πρόσεχε τῷ ὑποκειμένῳ ἢ τῇ ἐνεργείᾳ ἢ τῷ δόγματι ἢ τῷ σημαινομένῳ. Δικαίως ταῦτα πάσχεις˙ μᾶλλον δὴ θέλεις ἀγαθὸς αὔριον γενέσθαι ἢ σήμερον εἶναι.
注釈
第23段落
Πράσσω τι; πράσσω ἐπ ἀνθρώπων εὐποιίαν ἀναφέρων. συμβαίνει τί μοι; δέχομαι ἐπὶ τοὺς θεοὺς ἀναφέρων καὶ τὴν πάντων πηγήν, ἀφ ἧς πάντα τὰ γινόμενα συμμηρύεται.
注釈
第24段落
Ὁποῖόν σοι φαίνεται τὸ λούεσθαι, - ἔλαιον, ἱδρώς, ῥύπος, ὕδωρ γλοιῶδες, πάντα σικχαντά, - τοιοῦτον πᾶν μέρος τοῦ βίου καὶ πᾶν ὑποκείμενον.
注釈
第25段落
Λούκιλλα Οὐῆρον, εἶτα Λούκιλλα˙ Σέκουνδα Μάξιμον, εἶτα Σέκουνδα˙ Ἐπιτύγχανος Διότιμον, εἶτα Ἐπιτύγχανος˙ Φαυστῖναν Ἀντωνῖνος, εἶτα Ἀντωνῖνος. τοιαῦτα πάντα˙ Κέλερ Ἁδριανόν, εἶτα Κέλερ. οἱ δὲ δριμεῖς ἐκεῖνοι ἢ προγνωστικοὶ ἢ τετυφωμένοι ποῦ; οἷον, δριμεῖς μὲν Χάραξ καὶ Δημήτριος [ὁ Πλατωνικὸς] καὶ Εὐδαίμων καὶ εἴ τις τοιοῦτος. πάντα ἐφήμερα, τεθνηκότα πάλαι˙ ἔνιοι μὲν οὐδὲ ἐπ ὀλίγον μνημονευθέντες, οἱ δὲ εἰς μύθους μεταβαλόντες, οἱ δὲ ἤδη καὶ ἐκ μύθων ἐξίτηλοι. τούτων οὖν μεμνῆσθαι, ὅτι δεήσει ἤτοι σκεδασθῆναι τὸ συγκριμάτιόν σου ἢσβεσθῆναι τὸ πνευμάτιον ἢ μεταστῆναι καὶ ἀλλαχοῦ καταταχθῆναι.
注釈
第26段落
Εὐφροσύνη ἀνθρώπου ποιεῖν τὰ ἴδια ἀνθρώπου, ἴδιον δὲ ἀνθρώπου εὔνοια πρὸς τὸ ὁμόφυλον, ὑπερόρασις τῶν αἰσθητικῶν κινήσεων, διάκρισις τῶν πιθανῶν φαντασιῶν, ἐπιθεώρησις τῆς τῶν ὅλων φύσεως καὶ τῶν κατ αὐτὴν γινομένων.
注釈
第27段落
Τρεῖς σχέσεις˙ ἡ μὲν πρὸς [τὸ αἴτιον] τὸ περικείμενον, ἡ δὲπρὸς τὴν θείαν αἰτίαν, ἀφ ἧς συμβαίνει πᾶσι πάντα, ἡ δὲ πρὸς τοὺς συμβιοῦντας.
注釈
第28段落
Ὁ πόνος ἤτοι τῷ σώματι κακόν˙ οὐκοῦν ἀποφαινέσθω˙ ἢ τῇψυχῇ˙ ἀλλ ἔξεστιν αὐτῇ τὴν ἰδίαν αἰθρίαν καὶ γαλήνην διαφυλάσσειν καὶ μὴ ὑπολαμβάνειν ὅτι κακόν. πᾶσα γὰρ κρίσις καὶ ὁρμὴ καὶ ὄρεξις καὶ ἔκκλισις ἔνδον καὶ οὐδὲν κακὸν ὧδε ἀναβαίνει.
注釈
第29段落
Ἐξάλειφε τὰς φαντασίας συνεχῶς ἑαυτῷ λέγων˙ νῦν ἐπ ἐμοί ἐστιν ἵνα ἐν ταύτῃ τῇ ψυχῇ μηδεμία πονηρία ᾖ μηδὲ ἐπιθυμία μηδὲ ὅλως ταραχή τις, ἀλλὰ βλέπων πάντα ὁποῖά ἐστι χρῶμαι ἑκάστῳ κατ ἀξίαν. μέμνησο ταύτης τῆς ἐξουσίας κατὰ φύσιν.
注釈
第30段落
Λαλεῖν καὶ ἐν συγκλήτῳ καὶ πρὸς πάνθ ὁντινοῦν κοσμίως, μὴ περιτράνως˙ ὑγιεῖ λόγῳ χρῆσθαι.
注釈
第31段落
Αὐλὴ Αὐγούστου, γυνή, θυγάτηρ, ἔγγονοι, πρόγονοι, ἀδελφή, Ἀγρίππας, συγγενεῖς, οἰκεῖοι, φίλοι, Ἄρειος, Μαικήνας, ἰατροί, θύται˙ ὅλης αὐλῆς θάνατος. εἶτα ἔπιθι τὰς ἄλλας .. μὴ καθ ἑνὸς ἀνθρώπου θάνατον, οἷον Πομπηίων. κἀκεῖνο δὲ τὸ ἐπιγραφόμενον τοῖς μνήμασιν˙ ἔσχατος τοῦ ἰδίου γένους. ἐπιλογίζεσθαι πόσα ἐσπάσθησαν οἱ πρὸ αὐτῶν, ἵνα διάδοχόντινα καταλίπωσιν, εἶτα ἀνάγκη ἔσχατόν τινα γενέσθαι˙ πάλιν ὧδε ὅλου γένους θάνατον.
注釈
第32段落
Συντιθέναι δεῖ τὸν βίον κατὰ μίαν πρᾶξιν καὶ εἰ ἑκάστη τὸ ἑαυτῆς ἀπέχει ὡς οἷόν τε, ἀρκεῖσθαι˙ ἵνα δὲ τὸ ἑαυτῆς ἀπέχῃ, οὐδὲ εἷς σε κωλῦσαι δύναται˙ “ἀλλ ‹ἐν›στήσεταί τι ἔξωθεν˙” οὐδὲν εἴς γε τὸ δικαίως καὶ σωφρόνως καὶ εὐλογίστως˙ “ἄλλο δέ τι ἴσως ἐνεργητικὸν κωλυθήσεται˙” ἀλλὰ τῇ πρὸς αὐτὸ τὸ κώλυμα εὐαρεστήσει καὶ τῇ ἐπὶ τὸ διδόμενον εὐγνώμονι μεταβάσει εὐθὺς ἄλλη πρᾶξις ἀντικαθίσταται ἐναρμόσουσα εἰς τὴν σύνθεσιν, περὶ ἧς ὁ λόγος.
注釈
第33段落
Ἀτύφως μὲν λαβεῖν, εὐλύτως δὲ ἀφεῖναι.
注釈
第34段落
Εἴ ποτε εἶδες χεῖρα ἀποκεκομμένην ἢ πόδα ἢ κεφαλὴν ἀποτετμημένην, χωρίς πού ποτε ἀπὸ τοῦ λοιποῦ σώματος κειμένην˙ τοιοῦτον ἑαυτὸν ποιεῖ, ὅσον ἐφ ἑαυτῷ, ὁ μὴ θέλων τὸ συμβαῖνον καὶ ἀποσχίζων ἑαυτὸν ἢ ὁ ἀκοινώνητόν τι πράσσων. ἀπέῤῥιψαί πού ποτε ἀπὸ τῆς κατὰ φύσιν ἑνώσεως˙ ἐπεφύκεις γὰρ μέρος˙ νῦν δὲ σεαυτὸν ἀπέκοψας. ἀλλ ὧδε κομψὸν ἐκεῖνο, ὅτι ἔξεστί σοιπάλιν ἑνῶσαι σεαυτόν. τοῦτο ἄλλῳ μέρει οὐδενὶ θεὸς ἐπέτρεψεν, χωρισθέντι καὶ διακοπέντι πάλιν συνελθεῖν, ἀλλὰ σκέψαι τὴν χρηστότητα ᾗ τετίμηκε τὸν ἄνθρωπον˙ καὶ γὰρ ἵνα τὴν ἀρχὴν μὴ ἀποῤῥαγῇ ἀπὸ τοῦ ὅλου ἐπ αὐτῷ ἐποίησε, καὶ ἀποῤῥαγέντι πάλιν ἐπανελθεῖν καὶ συμφῦναι καὶ τὴν τοῦ μέρους τάξιν ἀπολαβεῖν [ἐποίησεν].
注釈
第35段落
Ὥσπερ τὰς ἄλλας δυνάμεις ἑκάστῳ τῶν λογικῶν † σχεδὸν ὅσον ἡ τῶν ὅλων φύσις, οὕτως καὶ ταύτην παῤ αὐτῆς εἰλήφαμεν. ὃν τρόπον γὰρ ἐκείνη πᾶν τὸ ἐνιστάμενον καὶ ἀντιβαῖνον ἐπιπεριτρέπει καὶ κατατάσσει εἰς τὴν εἱμαρμένην καὶ μέρος ἑαυτῆς ποιεῖ, οὕτως καὶ τὸ λογικὸν ζῷον δύναται πᾶν κώλυμα ὕλην ἑαυτοῦ ποιεῖν καὶ χρῆσθαι αὐτῷ, ἐφ οἷον ἂν καὶ ὥρμησεν.
注釈
第36段落
Μή σε συγχείτω ἡ τοῦ ὅλου βίου φαντασία, μὴ συμπερινόει ἐπίπονα οἷα καὶ ὅσα πιθανὸν ἐπιγεγενῆσθαι ‹καὶ ἐπιγενήσεσθαι›ἀλλὰ καθ ἕκαστον τῶν παρόντων ἐπερώτα σεαυτόν˙ τί τοῦ ἔργουτὸ ἀφόρητον καὶ ἀνύποιστον; αἰσχυνθήσῃ γὰρ ὁμολογῆσαι.ἔπειτα ἀναμίμνῃσκε σεαυτὸν ὅτι οὔτε τὸ μέλλον οὔτε τὸ παρῳχηκὸς βαρεῖ σε, ἀλλ ἀεὶ τὸ παρόν, τοῦτο δὲ κατασμικρύνεται,ἐὰν αὐτὸ μόνον περιορίσῃς καὶ ἀπελέγχῃς τὴν διάνοιαν, εἰ πρὸς τοῦτο ψιλὸν ἀντέχειν μὴ δύναται.
注釈
第37段落
Μήτι νῦν παρακάθηται τῇ [τοῦ] Οὐήρου σορῷ Πάνθεια ἢ Πέργαμος; τί δέ, τῇ Ἁδριανοῦ Χαβρίας ἢ Διότιμος; γελοῖον. τί δέ, εἰ παρεκάθηντο, ἔμελλον αἰσθάνεσθαι; τί δέ, εἰ ᾐσθάνοντο, ἔμελλον ἥδεσθαι; τί δέ, εἰ ἥδοντο, ἔμελλον οǷτοι ἀθάνατοι εἶναι; οὐχὶ καὶ τούτους πρῶτον μὲν γραίας καὶ γέροντας γενέσθαι οὕτως εἵμαρτο, εἶτα ἀποθανεῖν; τί οὖν ὕστερον ἔμελλον ἐκεῖνοι ποιεῖντούτων ἀποθανόντων; γράσος πᾶν τοῦτο καὶ λύθρον ἐν θυλάκῳ.
注釈
第38段落
Εἰ δύνασαι ὀξὺ βλέπειν, βλέπε κρίνων ‹κρίμασι›, φησί, σοφωτάτοις.
注釈
第39段落
Δικαιοσύνης κατεξαναστατικὴν ἀρετὴν οὐχ ὁρῶ ἐν τῇ τοῦλογικοῦ ζῴου κατασκευῇ, ἡδονῆς δὲ ὁρῶ τὴν ἐγκράτειαν.
注釈
第40段落
Ἐὰν ἀφέλῃς τὴν σὴν ὑπόληψιν περὶ τοῦ λυπεῖν σε δοκοῦντος, αὐτὸς ἐν τῷ ἀσφαλεστάτῳ ἕστηκας. “τίς αὐτός;” ὁ λόγος. “ἀλλ οὐκ εἰμὶ λόγος.” ἔστω. οὐκοῦν ὁ μὲν λόγος αὐτὸς ἑαυτὸν μὴλυπείτω, εἰ δέ τι ἄλλο σοι κακῶς ἔχει, ὑπολαβέτω αὐτὸ περὶ αὑτοῦ.
注釈
第41段落
Ἐμποδισμὸς αἰσθήσεως κακὸν ζωτικῆς φύσεως. ἐμποδισμὸς ὁρμῆς ὁμοίως κακὸν ζωτικῆς φύσεως. ἔστι δέ τι ἄλλο ὁμοίως ἐμποδιστικὸν καὶ κακὸν τῆς φυτικῆς κατασκευῆς. οὕτως τοί νυν ἐμποδισμὸς νοῦ κακὸν νοερᾶς φύσεως. πάντα δὴ ταῦτα ἐπὶ σεαυτὸν μετάφερε. πόνος, ἡδονὴ ἅπτεταί σου; ὄψεται ἡ αἴσθησις. ὁρμήσαντι ἔνστημα ἐγένετο; εἰ μὲν ἀνυπεξαιρέτως ὥρμας, ἤδη ὡς λογικοῦ κακόν, εἰ δὲ τὸ κοινὸν λαμβάνεις, οὔπω βέβλαψαι οὐδὲ ἐμπεπόδισαι. τὰ μέντοι τοῦ νοῦ ἴδια οὐδεὶς ἄλλος εἴωθεν ἐμποδίζειν˙ τούτου γὰρ οὐ πῦρ, οὐ σίδηρος, οὐ τύραννος, οὐβλασφημία, οὐχ ὁτιοῦν ἅπτεται, ὅταν γένηται “σφαῖρος κυκλοτερὴςμονί”.
注釈
第42段落
Οὐκ εἰμὶ ἄξιος ἐμαυτὸν λυπεῖν˙ οὐδὲ γὰρ ἄλλον πώποτε ἑκὼν ἐλύπησα.
注釈
第43段落
Εὐφραίνει ἄλλον ἄλλο˙ ἐμὲ δέ, ἐὰν ὑγιὲς ἔχω τὸ ἡγεμονικόν, μὴ ἀποστρεφόμενον μήτε ἄνθρωπόν τινα μήτε ‹τι› τῶν ἀνθρώποις συμβαινόντων, ἀλλὰ πᾶν εὐμενέσιν ὀφθαλμοῖς ὁρῶν τε καὶ δεχόμενον καὶ χρώμενον ἑκάστῳ κατ ἀξίαν.
注釈
第44段落
Τοῦτον ἰδοὺ τὸν χρόνον σεαυτῷ χάρισαι. οἱ τὴν ὑστεροφημίαν μᾶλλον διώκοντες οὐ λογίζονται ὅτι ἄλλοι τοιοῦτοι μέλλουσιν ἐκεῖνοι εἶναι, οἷοί εἰσιν οǷτοι οὓς βαροῦνται˙ κἀκεῖνοι δὲ θνητοί. τί δὲ ὅλως πρὸς σέ, ἂν ἐκεῖνοι φωναῖς τοιαύταις ἀπηχῶσιν ἢ ὑπόληψιν τοιαύτην περὶ σοῦ ἔχωσιν;
注釈
第45段落
Ἂρόν με καὶ βάλε, ὅπου θέλεις. ἐκεῖ γὰρ ἕξω τὸν ἐμὸν δαίμον αἵλεων, τουτέστιν ἀρκούμενον, εἰ ἔχοι καὶ ἐνεργοίη κατὰ τὸ ἑξῆς τῇ ἰδίᾳ κατασκευῇ. Ἂρα τοῦτο ἄξιον, ἵνα δἰ αὐτὸ κακῶς μοι ἔχῃ ἡ ψυχὴ καὶ χείρων ἑαυτῆς ᾖ, ταπεινουμένη, ὀρεγομένη, συνδουμένη, πτυρομένη; καὶ τί εὑρήσεις τούτου ἄξιον;
注釈
第46段落
Ἀνθρώπῳ οὐδενὶ συμβαίνειν τι δύναται ὃ οὐκ ἔστιν ἀνθρωπικὸν σύμπτωμα, οὐδὲ βοῒ ὃ οὐκ ἔστι βοϊκόν, οὐδὲ ἀμπέλῳ ὃ οὐκ ἔστιν ἀμπελικόν, οὐδὲ λίθῳ ὃ οὐκ ἔστι λίθου ἴδιον. εἰ οὖν ἑκάστῳ συμβαίνει ὃ καὶ εἴωθε καὶ πέφυκε, τί ἂν δυσχεραίνοις; οὐ γὰρ ἀφόρητόν σοι ἔφερεν ἡ κοινὴ φύσις.
注釈
第47段落
Εἰ μὲν διά τι τῶν ἐκτὸς λυπῇ, οὐκ ἐκεῖνό σοι ἐνοχλεῖ, ἀλλὰ τὸ σὸν περὶ αὐτοῦ κρῖμα, τοῦτο δὲ ἤδη ἐξαλεῖψαι ἐπὶ σοί ἐστιν. εἰδὲ λυπεῖ σέ τι τῶν ἐν τῇ σῇ διαθέσει, τίς ὁ κωλύων διορθῶσαι τὸ δόγμα; ὁμοίως δὲ καὶ εἰ λυπῇ ὅτι οὐχὶ τόδε τι ἐνεργεῖς ὑγιές σοιφαινόμενον, τί οὐχὶ μᾶλλον ἐνεργεῖς ἢ λυπῇ; “ἀλλὰ ἰσχυρότερόν τι ἐνίσταται.” μὴ οὖν λυποῦ˙ οὐ γὰρ παρὰ σὲ ἡ αἰτία τοῦ μὴ ἐνεργεῖσθαι. “ἀλλὰ οὐκ ἄξιον ζῆν μὴ ἐνεργουμένου τούτου.” ἄπιθι οὖν ἐκ τοῦ ζῆν εὐμενής, ᾗ καὶ ὁ ἐνεργῶν ἀποθνῄσκει, ἅμα ἵλεως τοῖς ἐνισταμένοις.
注釈
第48段落
Μέμνησο ὅτι ἀκαταμάχητον γίνεται τὸ ἡγεμονικόν, ὅταν εἰς ἑαυτὸ συστραφὲν ἀρκεσθῇ ἑαυτῷ, μὴ ποιοῦν τι ὃ μὴ θέλει, κἂν ἀλόγως παρατάξηται. τί οὖν, ὅταν καὶ μετὰ λόγου καὶ περιεσκεμμένως κρίνῃ περί τινος; διὰ τοῦτο ἀκρόπολίς ἐστιν ἡ ἐλευθέρα παθῶν διάνοια˙ οὐδὲν γὰρ ὀχυρώτερον ἔχει ἄνθρωπος, ἐφ ὃ καταφυγὼν ἀνάλωτος λοιπὸν ἂν εἴη. ὁ μὲν οὖν μὴ ἑωρακὼς τοῦτο ἀμαθής, ὁ δὲ ἑωρακὼς καὶ μὴ καταφεύγων ἀτυχής.
注釈
第49段落
Μηδὲν πλέον ἑαυτῷ λέγε ὧν αἱ προηγούμεναι φαντασίαι ἀναγγέλλουσιν. ἤγγελται ὅτι ὁ δεῖνά σε κακῶς λέγει. ἤγγελται τοῦτο˙ τὸ δέ, ὅτι βέβλαψαι, οὐκ ἤγγελται. βλέπω ὅτι νοσεῖ τὸ παιδίον. βλέπω˙ ὅτι δὲ κινδυνεύει, οὐ βλέπω. οὕτως οὖν μένε ἀεὶ ἐπὶ τῶν πρώτων φαντασιῶν καὶ μηδὲν αὐτὸς ἔνδοθεν ἐπίλεγε καὶ οὐδέν σοι γίνεται˙ μᾶλλον δὲ ἐπίλεγε ὡς γνωρίζων ἕκαστα τῶν ἐν τῷ κόσμῳ συμβαινόντων.
注釈
第50段落
Σίκυος πικρός; ἄφες. βάτοι ἐν τῇ ὁδῷ; ἔκκλινον. ἀρκεῖ, μὴπροσεπείπῃς˙ τί δὲ καὶ ἐγένετο ταῦτα ἐν τῷ κόσμῳ; ἐπεὶ καταγελασθήσῃ ὑπὸ ἀνθρώπου φυσιολόγου, ὡς ἂν καὶ ὑπὸ τέκτονοςκαὶ σκυτέως γελασθείης καταγινώσκων ὅτι ἐν τῷ ἐργαστηρίῳ ξέσματα καὶ περιτμήματα τῶν κατασκευαζομένων ὁρᾷς. καί τοι ἐκεῖνοί γε ἔχουσι ποῦ αὐτὰ ῥίψωσιν, ἡ δὲ τῶν ὅλων φύσις ἔξωοὐδὲν ἔχει, ἀλλὰ τὸ θαυμαστὸν τῆς τέχνης ταύτης ἐστὶν ὅτι περιορίσασα ἑαυτὴν πᾶν τὸ ἔνδον διαφθείρεσθαι καὶ γηράσκειν καὶ ἄχρηστον εἶναι δοκοῦν εἰς ἑαυτὴν μεταβάλλει, καὶ ὅτι πάλιν ἄλλα νεαρὰ ἐκ τούτων αὐτῶν ποιεῖ, ἵνα μήτε οὐσίας ἔξωθεν χρῄζῃ μήτε ὅπου ἐκβάλῃ τὰ σαπρότερα προσδέηται. ἀρκεῖται οὖν καὶ χώρᾳ τῇ ἑαυτῆς καὶ ὕλῃ τῇ ἑαυτῆς καὶ τέχνῃ τῇ ἰδίᾳ.
注釈
第51段落
Μήτε ἐν ταῖς πράξεσιν ἐπισύρειν μήτε ἐν ταῖς ὁμιλίαις φύρειν μήτε ἐν ταῖς φαντασίαις ἀλᾶσθαι μήτε τῇ ψυχῇ καθάπαξ συνέλκεσθαι ἢ ἐκθόρνυσθαι μήτε ἐν τῷ βίῳ ἀσχολεῖσθαι. “Κτείνουσι, κρεανομοῦσι, κατάραις ἐλαύνουσι.” τί ταῦτα πρὸςτὸ τὴν διάνοιαν μένειν καθαράν, φρενήρη, σώφρονα, δικαίαν; οἷον εἴ τις παραστὰς πηγῇ διαυγεῖ καὶ γλυκείᾳ βλασφημοίη αὐτήν, ἡ δὲ οὐ παύεται πότιμον ἀναβλύουσα˙ κἂν πηλὸν ἐμβάλῃ, κἂνκοπρίαν, τάχιστα διασκεδάσει αὐτὰ καὶ ἐκκλύσει καὶ οὐδαμῶς βαφήσεται. πῶς οὖν πηγὴν ἀέναον ἕξεις [καὶ] μὴ φρέαρ; ἂν φυλάσσῃς σεαυτὸν πάσης ὥρας εἰς ἐλευθερίαν μετὰ τοῦ εὐμενῶς καὶ ἁπλῶς καὶ αἰδημόνως.
注釈
第52段落
Ὁ μὲν μὴ εἰδὼς ὅτι ἔστι κόσμος, οὐκ οἶδεν ὅπου ἐστίν. ὁ δὲ μὴεἰδὼς πρὸς ὅ τι πέφυκεν ‹κόσμος›, οὐκ οἶδεν ὅστις ἐστὶν οὐδὲ τί ἐστι κόσμος. ὁ δὲ ἕν τι τούτων ἀπολιπὼν οὐδ ἂν πρὸς ὅ τι αὐτὸς πέφυκεν εἴποι. τίς οὖν φαίνεταί σοι ὁ τὸν τῶν κροτούντων ἔπαινον φεύγων ἢ διώκων, οἳ οὔθ ὅπου εἰσὶν οὔτε οἵ τινές εἰσι γινώσκουσιν;
注釈
第53段落
Ἐπαινεῖσθαι θέλεις ὑπὸ ἀνθρώπου τρὶς τῆς ὥρας ἑαυτῷ καταρωμένου; ἀρέσκειν θέλεις ἀνθρώπῳ ὃς οὐκ ἀρέσκει ἑαυτῷ; ἀρέσκει ἑαυτῷ ὁ μετανοῶν ἐφ ἅπασι σχεδὸν οἷς πράσσει;
注釈
第54段落
Μηκέτι μόνον συμπνεῖν τῷ περιέχοντι ἀέρι, ἀλλ ἤδη καὶσυμφρονεῖν τῷ περιέχοντι πάντα νοερῷ. οὐ γὰρ ἧττον ἡ νοερὰ δύναμις πάντῃ κέχυται καὶ διαπεφοίτηκε τῷ σπάσαι βουλομένῳ ἤπερ ἡ ἀερώδης τῷ ἀναπνεῦσαι δυναμένῳ.
注釈
第55段落
Γενικῶς μὲν ἡ κακία οὐδὲν βλάπτει τὸν κόσμον, ἡ δὲ κατὰμέρος οὐδὲν βλάπτει τὸν ἕτερον, μόνῳ δὲ βλαβερά ἐστι τούτῳ ᾧ ἐπιτέτραπται καὶ ἀπηλλάχθαι αὐτῆς, ὁπόταν πρῶτον αὐτὸς θελήσῃ.
注釈
第56段落
Τῷ ἐμῷ προαιρετικῷ τὸ τοῦ πλησίον προαιρετικὸν ἐπ ίσης ἀδιάφορόν ἐστιν, ὡς καὶ τὸ πνευμάτιον αὐτοῦ καὶ τὸ σαρκίδιον. καὶ γὰρ εἰ ὅτι μάλιστα ἀλλήλων ἕνεκεν γεγόναμεν, ὅμως τὰ ἡγεμονικὰ ἡμῶν ἕκαστον τὴν ἰδίαν κυρίαν ἔχει˙ ἐπεί τοι ἔμελλεν ἡ τοῦ πλησίον κακία ἐμοῦ κακὸν εἶναι, ὅπερ οὐκ ἔδοξε τῷ θεῷ, ἵνα μὴ ἐπ ἄλλῳ ᾖ τὸ ἐμὲ ἀτυχεῖν.
注釈
第57段落
Ὁ ἥλιος κατακεχύσθαι δοκεῖ καὶ πάντῃ γε κέχυται, οὐ μὴν ἐκκέχυται. ἡ γὰρ χύσις αὕτη τάσις ἐστίν˙ ἀκτῖνες γοῦν αἱ αὐγαὶ αὐτοῦ ἀπὸ τοῦ ἐκτείνεσθαι λέγονται. ὁποῖον δέ τι ἐστὶν ἀκτίς, ἴδοις ἄν, εἰ διά τινος στενοῦ εἰς ἐσκιασμένον οἶκον τὸ ἀφ ἡλίου φῶς εἰσδυόμενον θεάσαιο˙ τείνεται γὰρ κατ εὐθὺ καὶ ὥσπερ διερείδεται πρὸς τὸ στερέμνιον ὅ τι ἂν ἀπαντήσῃ διεῖργον τὸν ἐπέκεινα ἀέρα, ἐνταῦθα δὲ ἔστη καὶ οὐ κατώλισθεν οὐδὲ ἔπεσεν. τοιαύτην οὖν τὴν χύσιν καὶ διάχυσιν τῆς διανοίας εἶναι χρή, μηδαμῶς ἔκχυσιν, ἀλλὰ τάσιν, καὶ πρὸς τὰ ἀπαντῶντα κωλύματα μὴ βίαιον μηδὲ ῥαγδαίαν τὴν ἐπέρεισιν ποιεῖσθαι μηδὲ μὴν καταπίπτειν, ἀλλὰ ἵστασθαι καὶ ἐπιλάμπειν τὸ δεχόμενον˙ αὐτὸ γὰρ ἑαυτὸ στερήσει τῆς αὐγῆς τὸ μὴ παραπέμπον αὐτήν.
注釈
第58段落
Ὁ τὸν θάνατον φοβούμενος ἤτοι ἀναισθησίαν φοβεῖται ἢ αἴσθησιν ἑτεροίαν. ἀλλ εἴτε οὐκέτι αἴσθησιν ‹ἕξεις› οὐδὲ κακοῦτινος αἰσθήσῃ˙ εἴτε ἀλλοιοτέραν αἴσθησιν κτήσῃ, ἀλλοῖον ζῷον ἔσῃ καὶ τοῦ ζῆν οὐ παύσῃ.
注釈
第59段落
Οἱ ἄνθρωποι γεγόνασιν ἀλλήλων ἕνεκεν˙ ἢ δίδασκε οὖν ἢ φέρε.
注釈
第60段落
Ἄλλως βέλος, ἄλλως νοῦς φέρεται. ὁ μέντοι νοῦς καὶ ὅταν εὐλαβῆται καὶ ὅταν περὶ τὴν σκέψιν στρέφηται, φέρεται κατεὐθὺ οὐδὲν ἧττον καὶ ἐπὶ τὸ προκείμενον.
注釈
第61段落
Εἰσιέναι εἰς τὸ ἡγεμονικὸν ἑκάστου, παρέχειν δὲ καὶ ἑτέρῳ παντὶ εἰσιέναι εἰς τὸ ἑαυτοῦ ἡγεμονικόν.
注釈
この内容は複数の利用者による共同編集の対象で、CC BY-SA 4.0のもとで公開されています。詳細は利用規約をご覧ください。